Ancient Greek · ~2 min
Chapter 4
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 4.2
Not analysed yet
εἰ δὲ καὶ μετὰ τὸ ὑπογράψαι μετεβάλοντο οἱ περὶ Εὐσέβιον καὶ ὡς κύνες εἰς τὸ ἴδιον ἐξέραμα τῆς ἀσεβείας ἐπέστρεψαν, πῶς οὐχὶ καὶ μᾶλλον ἄξιοι μίσους οἱ νῦν ἀντιλέγοντες, ὅτι τὴν ἐλευθερίαν τῆς ἑαυτῶν ψυχῆς ἄλλοις προπίνοντες τούτους καὶ καθηγεμόνας τῆς αἱρέσεως ἔχειν ἐθέλουσιν, ἀνθρώπους, ὡς εἶπεν ὁ Ἰάκωβος, διψύχους καὶ ἀκαταστάτους ὄντας ἐν πάσαις ταῖς ὁδοῖς αὐτῶν ,καὶ μὴ μίαν μὲν ἔχοντας γνώμην, ἄλλοτε δὲ ἄλλως μεταβαλλομένους, καὶ νῦν μὲν ἐπαινοῦντας ὃ λέγουσι, μετ’ ὀλίγον δὲ ψέγοντας ὅπερ εἰρήκασι, καὶ πάλιν ἐπαινοῦντας ὅπερ πρὸ μικροῦ διέβαλλον.