Ancient Greek
Chapter 42
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 42.3
Not analysed yet
Ὅπερ τῇ σῇ ἀγχινοίᾳ δηλωθῆναι δεῖν ἡγησάμην, ἵν’ εἴ τις κακὴ παραίνεσις τῶν τοιούτων, ὡς ἔγωγε οὐκ οἶμαι, τῇ σῇ ἐνεκαθέσθη προαιρέσει, ταύτην τῆς ψυχῆς ἀφελόμενος καθαρὰν ὡς προσῆκε τὴν διάνοιαν εἰλικρινῆ τε καθοσίωσιν καὶ ἄχραντον πίστιν τῷ σωτῆρι θεῷ παρασχέσθαι προθυμηθῇς. καὶ γὰρ τοῦτο προσῆκόν ἐστιν ὑπὸ τούτου πράττεσθαι, ὃς δ’ ἂν ἀκεραίων τῶν τῆς αἰωνίου ζωῆς ἐπάθλων ἀξιοῦσθαι βουλεύηται. καὶ ἄλλῃ χειρί· ὁ θεός σε διαφυλάξει, ἀδελφὲ ἀγαπητέ.