# De decretis Nicaenae synodi 6.1

Athanasius Alexandrinus, De decretis Nicaenae synodi, Chapter 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/de-decretis-nicaenae-synodi/6.1

Φασὶ τοίνυν, ὥσπερ κἀκείνοις ἐδόκει, καὶ τετολμήκασι λέγειν· οὐκ ἀεὶ πατήρ, οὐκ ἀεὶ υἱός· οὐκ ἦν γὰρ ὁ υἱὸς πρὶν γεννηθῇ, ἀλλ’ ἐξ οὐκ ὄντων γέγονε καὶ αὐτός· διὸ καὶ οὐκ ἀεὶ πατὴρ ὁ θεὸς γέγονε τοῦ υἱοῦ, ἀλλ’ ὅτε γέγονε καὶ ἐκτίσθη ὁ υἱός, τότε καὶ ὁ θεὸς ἐκλήθη πατὴρ αὐτοῦ. κτίσμα γάρ ἐστι καὶ ποίημα ὁ λόγος καὶ ξένος καὶ ἀνόμοιος κατ’ οὐσίαν τοῦ πατρός ἐστιν· οὔτε δὲ φύσει καὶ ἀληθινὸς λόγος τοῦ πατρός ἐστιν ὁ υἱὸς οὔτε ἡ μόνη καὶ ἀληθινὴ σοφία αὐτοῦ ἐστιν, ἀλλὰ κτίσμα καὶ εἷς τῶν ποιημάτων ὢν καταχρηστικῶς λέγεται λόγος καὶ σοφία. λόγῳ γὰρ τῷ ὄντι ἐν τῷ θεῷ γέγονε καὶ αὐτὸς ὥσπερ καὶ τὰ πάντα· διὸ οὐδὲ ἀληθινὸς θεός ἐστιν ὁ υἱός.

---

Athanasius Alexandrinus, De decretis Nicaenae synodi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2035.tlg003.local001/.
