Ancient Greek
Chapter 6
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 6.3
Not analysed yet
ἡ μὲν γὰρ θεία γραφὴ διπλῆν τὴν ἐκ τοῦ ὀνόματος τούτου διάνοιαν ἡμῖν σημαίνει, μίαν μὲν περὶ ὧν Μωυσῆς ἐν τῷ νόμῳ φησίν· ἐὰν εἰσακούσητε τῆς φωνῆς κυρίου τοῦ θεοῦ ὑμῶν, φυλάσσειν πάσας τὰς ἐντολὰς αὐτοῦ, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον, ποιεῖν τὸ καλὸν καὶ ἀρεστὸν ἐνώπιον κυρίου τοῦ θεοῦ σου, υἱοί ἐστε κυρίου τοῦ θεοῦ ἡμῶν ,καθὼς καὶ ἐν τῷ εὐαγγελίῳ φησὶν ὁ Ἰωάννης· ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι· ἑτέραν δὲ διάνοιαν, καθ’ ἣν Ἰσαὰκ τοῦ Ἁβραάμ ἐστιν υἱὸς καὶ ὁ Ἰακὼβ τοῦ Ἰσαὰκ καὶ οἱ πατριάρχαι τοῦ Ἰακώβ.