Ancient Greek
6.5 to 6.6
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 6.5-6
Not analysed yet
κἂν γάρ, ὥς φασι, προγνωσθεὶς ἔσεσθαι τοιοῦτος προλαμβάνῃ καὶ ἅμα τῷ γενέσθαι δέχηται τό τε ὄνομα καὶ τὴν τοῦ ὀνόματος δόξαν, ἀλλ’ οὐδὲν διοίσει τῶν μετὰ τὰς πράξεις λαμβανόντων τὸ ὄνομα, ἕως οὕτω καὶ αὐτὸς υἱὸς εἶναι μεμαρτύρηται. καὶ γὰρ Ἀδὰμ προλαμβάνων τὴν χάριν καὶ ἅμα τῷ γενέσθαι τεθεὶς ἐν τῷ παραδείσῳ οὐδὲν διήνεγκεν οὔτε τοῦ Ἐνώχ, ὃς μετὰ χρόνον τῆς γενέσεως εὐαρεστήσας μετετέθη, οὔτε τοῦ ἀποστόλου καὶ αὐτοῦ μετὰ τὰς πράξεις ἁρπαγέντος εἰς τὸν παράδεισον, ἀλλ’ οὐδὲ τοῦ ποτε λῃστοῦ, ὃς διὰ τὴν ὁμολογίαν ἐπαγγελίαν ἔλαβεν εὐθὺς εἰς τὸν παράδεισον ἔσεσθαι.