Ancient Greek · ~2 min
Chapter 7
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 7.4
Not analysed yet
ψεύδεσθε δὲ ὅμως καὶ τοῦτο λέγοντες· αὐτὸς γὰρ ἐποίησεν ἡμᾶς, καὶ οὐχ ἡμεῖς· αὐτός τέ ἐστιν ὁ διὰ τοῦ λόγου ἑαυτοῦ τὰ πάντα τά τε μικρὰ καὶ τὰ μεγάλα ποιήσας, καὶ οὐκ ἔστι διελεῖν τὴν κτίσιν, ὥστε εἰπεῖν τοῦτο μὲν τοῦ πατρός, τοῦτο δὲ τοῦ υἱοῦ, ἀλλ’ ἑνός ἐστι θεοῦ ὡς χειρὶ χρωμένου τῷ ἰδίῳ λόγῳ καὶ ἐν αὐτῷ ποιοῦντος τὰ πάντα, καὶ τοῦτ’ αὐτὸς μὲν ὁ θεὸς δεικνὺς ἔλεγεν· ἡ χείρ μου ἐποίησε ταῦτα πάντα. ὁ δὲ Παῦλος τοῦτο μαθὼν ἐδίδασκεν· εἷς θεὸς ἐξ οὗ τὰ πάντα, καὶ εἷς κύριος Ἰησοῦς Χριστὸς δι’ οὗ τὰ πάντα.