Ancient Greek · ~3 min
Chapter 8
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 8.2
Not analysed yet
εἰ γὰρ ἀδύνατον ἦν τὰ γενητὰ βαστάξαι τὴν χεῖρα τοῦ θεοῦ –ἔστι δὲ καθ’ ὑμᾶς ὁ υἱὸς εἷς τῶν γενητῶν –πῶς αὐτὸς ἠδυνήθη γενέσθαι παρὰ μόνου τοῦ θεοῦ; καὶ εἰ ἵνα τὰ γενητὰ γένηται, μεσίτου γέγονε χρεία, γενητὸς δὲ καθ’ ὑμᾶς ἐστιν ὁ υἱός, ἔδει καὶ πρὸ αὐτοῦ μέσον τινὰ εἶναι, ἵνα κτισθῇ. τοῦ δὲ μεσίτου πάλιν καὶ αὐτοῦ κτίσματος τυγχάνοντος ἄραρεν ὅτι κἀκεῖνος ἐδέετο μεσίτου ἑτέρου πρὸς τὴν ἰδίαν σύστασιν. κἄν τις ἄλλον ἐπινοήσῃ, προεπινοήσει τὸν ἐκείνου μεσίτην, ὥστε καὶ εἰς ἄπειρον ἐκπεσεῖν. οὕτω δὲ ἀεὶ τοῦ μεσίτου ζητουμένου οὐδὲ ἡ κτίσις συστῆναι δυνήσεται διὰ τὸ μὴ δύνασθαι, ὡς λέγετε, μηδένα τῶν γενητῶν βαστάξαι τὴν ἄκρατον χεῖρα τοῦ ἀγενήτου.