Ancient Greek · ~3 min
Chapter 9
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 9.2
Not analysed yet
καὶ τοῦτο ὁ θεὸς αὐτὸς τῷ μὲν Ἰερεμίᾳ, ὡς προεῖπον, φησίν· πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε. περὶ δὲ τῶν πάντων ἔλεγεν· ἡ χείρ μου ἐποίησε ταῦτα πάντα. καὶ πάλιν διὰ Ἡσαίου φησίν· οὕτως λέγει κύριος ὁ λυτρούμενός σε καὶ πλάσσων σε ἐν κοιλίᾳ· ἐγὼ κύριος ὁ συντελῶν πάντα ἐξέτεινα τὸν οὐρανὸν μόνος καὶ ἐστερέωσα τὴν γῆν. ὁ δὲ Δαυὶδ τοῦτο γινώσκων ἔψαλλεν· αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με. καὶ ὁ ἐν τῷ Ἡσαίᾳ λέγων· οὕτως λέγει κύριος ὁ πλάσας με ἐκ κοιλίας δοῦλον ἑαυτῷ τοῦτο σημαίνει. οὐκοῦν κατὰ τὴν φύσιν οὐδὲν ἡμῶν διαφέρει, κἂν προάγῃ τῷ χρόνῳ, ἕως καὶ τῇ αὐτῇ χειρὶ συνιστάμεθα καὶ κτιζόμεθα πάντες.