Ancient Greek
Chapter 9
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 9.4
Not analysed yet
τίς τοίνυν ἐστίν, ᾧ ὁ θεὸς ἐνετείλατο, ἵνα καὶ οὗτος κτισθῇ; εἶναι γὰρ δεῖ λόγον, ᾧ ἐντέλλεται ὁ θεὸς καὶ ἐν ᾧ τὰ ποιήματα κτίζεται. ἀλλ’ οὐκ ἂν ἔχοιτε δεῖξαι ἕτερον παρὰ τὸν ἀρνεῖσθε λόγον, εἰ μὴ ἄρα τινὰ πάλιν ἔννοιαν ἐπινοήσητε. ναὶ γάρ, φήσουσιν, εὕρομεν· ἥν ποτε λεγόντων καὶ τῶν περὶ Εὐσέβιον ἤκουσα· διὰ τοῦτο πλέον τῶν ἄλλων ἔχειν τὸν τοῦ θεοῦ υἱὸν καὶ λέγεσθαι μονογενῆ τοῦτον νομίζομεν, ἐπειδὴ μόνος μὲν αὐτὸς μετέχει τοῦ πατρός, τὰ δ’ ἄλλα πάντα τοῦ υἱοῦ μετέχει. κεκμήκασι μὲν οὖν ἤδη μεταβαλλόμενοι καὶ μεταλλάσσοντες τὰ ῥήματα ὡς τὰ χρώματα, δειχθήσονται δὲ ὅμως καὶ οὕτως ὡς οἱ ἐκ τῆς γῆς κενολογοῦντες καὶ κυλιόμενοι ὡς ἐν βορβόρῳ ταῖς ἰδίαις ἐννοίαις.