# De incarnatione (Ms 47) 1.1

Athanasius Alexandrinus, De incarnatione (Ms 47), Chapter 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/de-incarnatione-ms-47/1.1

ΑΥΤΑΡΚΩΣ ἐν τοῖς πρὸ τούτων ἐκ πολλῶν ὀλίγα διαλαβόντες, περὶ τῆς τῶν ἐθνῶν περὶ τὰ εἴδωλα πλάνης, καὶ τῆς τούτων δεισιδαιμονίας, πῶς ἐξ ἀρχῆς τούτων γέγονεν ἡ εὕρεσις, ὅτι ἐκ κακίας οἱ ἄνθρωποι ἑαυτοῖς τὴν πρὸς τὰ εἴδωλα θρησκείαν ἐπενόησαν· ἀλλὰ γὰρ χάριτι Θεοῦ σημάναντες ὀλίγα καὶ περὶ τῆς θειότητος τοῦ Λόγου τοῦ Πατρὸς, καὶ τῆς εἰς πάντα προνοίας καὶ δυνάμεως αὐτοῦ· καὶ ὅτι ὁ ἀγαθὸς Πατῆρ τούτῳ τὰ πάντα διακοσμεῖ, καὶ τὰ πάντα ὑπ’ αὐτοῦ κινεῖται, καὶ ἐν αὐτῷ ζωοποιεῖται· φέρε κατὰ ἀκολουθίαν, Μακάριε καὶ ἀληθῶς φιλόχριστε, τῇ περὶ τῆς εὐσεβείας πίστει, καὶ τὰ περὶ τῆς ἐνανθρωπήσεως τοῦ Λόγου διηγησώμεθα, καὶ περὶ τῆς θείας αὐτοῦ πρὸς ἡμᾶς ἐπιφανείας δηλώσωμεν· ἣν Ἰουδαῖοι μὲν διαβάλλουσιν, Ἕλληνες δὲ χλευάζουσιν, ἡμεῖς δὲ προσκυνοῦμεν· ἵν’ ἔτι μᾶλλον ἐκ τῆς δοκούσης εὐτελείας τοῦ Λόγου, μείζονα καὶ πλείονα τὴν εἰς αὐτὸν εὐσέβειαν ἔχῃς.

---

Athanasius of Alexandria, De incarnatione (Ms 47), ed. Archibald Robertson. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2035.tlg002.local008/.
