Ancient Greek
Chapter 10
Athanasius Alexandrinus, De incarnatione (Ms 47) 10.5
Not analysed yet
Τῇ γὰρ τοῦ ἰδίου σώματος θυσίᾳ καὶ τέλος ἐπέθηκε τῷ καθ’ ἡμᾶς νόμῳ, καὶ ἀρχὴν ζωῆς ἡμῖν ἐκαίνισεν, ἐλπίδα τῆς ἀναστάσεως δεδωκώς· ἐπειδὴ γὰρ ἐξ ἀνθρώπων εἰς ἀνθρώπους ὁ θάνατος ἐκράτησε, διὰ τοῦτο πάλιν διὰ τῆς ἐνανθρωπήσεως τοῦ Θεοῦ Λόγου ἡ τοῦ θανάτου κατάλυσις γέγονε, καὶ ἡ τῆς ζωῆς ἀνάστασις, λέγοντος τοῦ χριστοφόρου ἀνδρός· ἐπειδὴ γὰρ δι’ ἀνθρώπου θάνατος, καὶ δι' ἀνθρώπου ἀνάστασις νεκρῶν. ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτως καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται· καὶ τὰ τούτοις ἀκόλουθα. οὐκέτι γὰρ νῦν ὡς κατακρινόμενοι ἀποθνήσκομεν, ἀλλ’ ὡς ἐγειρόμενοι περιμένομεν τὴν κοινὴν πάντων ἀνάστασιν, ἦν καιροῖς ἰδίοις δείξει ὁ καὶ ταύτην ἐργασάμενος καὶ χαρισάμενος Θεός.