Ancient Greek
11.2 to 11.3
Athanasius Alexandrinus, De incarnatione (Ms 47) 11.2-3
Not analysed yet
Ποία γὰρ ὄνησις τοῖς πεποιημένοις μὴ γινώσκουσι τὸν ἑαυτῶν ποιητήν; ἢ πῶς ἂν εἶεν λογικοὶ μὴ σκοντες τὸν τοῦ Πατρὸς Λόγον, ἐν ὦ καὶ γεγόνασιν; οὐδὲ γὰρ οὐδὲ ἀλόγων διαφέρειν ἔμελλον, εἰ πλέον οὐδὲν τῶν περιγείων ἐπεγίνωσκον. τί δὲ καὶ ὁ Θεὸς ἐποίει τούτους, ἀφ’ ὦν οὐκ ἠθέλησε γινώσκεσθαι; Ὅθεν ἵνα μὴ τοῦτο γένηται, ἀγαθὸς ὧν τῆς ἰδίας εἰκόνος αὐτοῖς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεταδίδωσι, καὶ ποιεῖ τούτους κατὰ τὴν ἑαυτοῦ εἰκόνα καὶ καθ’ ὁμοίωσιν· ἵνα διὰ τῆς τοιαύτης χάριτος τὴν εἰκόνα νοοῦντες, λέγω δὴ τὸν τοῦ Πατρὸς Λόγον, δυνηθῶσιν ἔννοιαν δέ’ αὐτοῦ τοῦ Πατρὸς λαβεῖν, καὶ γινώσκοντες τὸν ποιητὴν ζῶσι τὸν εὐδαίμονα καὶ μακάριον ὄντως βίον.