Ancient Greek
11.5 to 11.7
Athanasius Alexandrinus, De incarnatione (Ms 47) 11.5-7
Not analysed yet
Τοσοῦτον δὲ ἠσέβουν, ὅτι καὶ δαίμονας ἐθρήσκευον λοιπὸν καὶ θεοὺς ἀνηγόρευον, τὰς ἐπιθυμίας αὐτῶν ἀποπληροῦντες. θυσίας τε γὰρ ζώων ἀλόγων, καὶ ἀνθρώπων σφαγάς, ὥσπερ εἴρηται πρότερον, εἰς τὸ ἐκείνων καθῆκον ἐπετέλουν, πλεῖον ἑαυτοὺς τοῖς ἐκείνων οἰστρήμασι καταδεσμεύοντες. Διὰ τοῦτο γοῦν καὶ μαγεῖαι παρ’ αὐτοῖς ἐδιδάσκοντο, καὶ μαντεῖα κατὰ τόπον τοὺς ἀνθρώπους ἐπλάνα, καὶ πάντες τὰ γενέσεως καὶ τοῦ εἶναι ἑαυτῶν τὰ αἴτια τοῖς ἄστροις καὶ τοῖς κατ’ οὐρανὸν πᾶσιν ἀνετίθουν, μηδὲν πλέον τῶν φαινομένων λογιζόμενοι. Καὶ ὅλως πάντα ἦν ἀσεβείας καὶ παρανομίας μεστά, καὶ μόνος ὁ Θεὸς οὐδὲ ὁ τούτου Λόγος ἐπεγινώσκετο, καίτοι οὐκ ἀφανῇ ἑαυτὸν τοῖς ἀνθρώποις ἐπικρύψας, οὐδὲ ἁπλῆν τὴν περὶ ἑαυτοῦ γνῶσιν αὐτοῖς δεδωκώς, ἀλλὰ καὶ ποικίλως καὶ διὰ πολλῶν αὐτὴν αὐτοῖς ἐφαπλώσας.