Ancient Greek
17.4 to 17.6
Athanasius Alexandrinus, De incarnatione (Ms 47) 17.4-6
Not analysed yet
Οὐ δὴ τοιοῦτος ἦν ὁ τοῦ Θεοῦ Λόγος ἐν τῷ Ἀνθρώπῳ· οὐ γὰρ συνεδέδετο τῷ σώματι, ἀλλὰ μᾶλλον αὐτὸς ἐκράτει τοῦτο, ὥστε καὶ ἐν τούτῳ ἦν καὶ ἐν τοῖς πᾶσιν ἐτύγχανε, καὶ ἔξω τῶν ὄντων ἦν, καὶ ἐν μόνῳ τῷ Πατρὶ ἀνεπαύετο. Καὶ τὸ θαυμαστὸν τοῦτο ἦν, ὅτι καὶ ὡς ἄνθρωπος ἐπολιτεύετο, καὶ ὡς Λόγος τὰ πάντα ἐζωογόνει, καὶ ὡς ἱὸς τῷ Πατρὶ συνῆν. ὅθεν οὐδὲ τῆς Παρθένου τικτούσης ἔπασχεν αὐτός, οὐδὲ ἐν σώματι ὧν ἐμολύνετο· ἀλλὰ μᾶλλον καὶ τὸ σῶμα ἡγίαζεν. Οὐδὲ γὰρ ἐν τοῖς πᾶσιν ὥν, τῶν πάντων μεταλαμβάνει, ἀλλὰ πάντα μᾶλλον ὑπ’ αὐτοῦ ζωογονεῖται καὶ τρέφεται.