Ancient Greek
Chapter 18
Athanasius Alexandrinus, De incarnatione (Ms 47) 18.4
Not analysed yet
Τὸ γὰρ ἐπιτάσσειν αὐτὸν τοῖς δαίμοσι, κἀκείνους ἀπελαύνεσθαι, οὐκ ἀνθρώπινον ἀλλὰ θεῖόν ἐστι τὸ ἔργον. ἢ τίς ἰδὼν αὐτὸν τὰς νόσους ἰώμενον, ἐν αἷς ὑπόκειται τὸ τῶν ἀνθρώπων γένος, ἔτι ἄνθρωπον καὶ οὐ Θεὸν ἡγεῖτο; λεπροὺς γὰρ ἐκαθάριζε, χωλοὺς περιπατεῖν ἐποίει, κωφῶν τὴν ἀκοὴν ἤνοιγε, τυφλοὺς ἀναβλέπειν ἐποίει, καὶ πάσας ἀπλῶς νόσους καὶ πᾶσαν μαλακίαν ἀπήλαυνεν ἀπὸ τῶν ἀνθρώπων, ἀφ’ ὧν ἦν αὐτοῦ καὶ τὸν τυχόντα τὴν θεότητα θεωρεῖν. τίς γὰρ ἰδὼν αὐτὸν ἀποδιδόντα τὸ λεῖπον, οἷς ἡ γένεσις ἐνέλειψε, καὶ τοῦ ἐκ γενετῆς τυφλοῦ τοὺς ὀφθαλμοὺς ἀνοίγοντα, οὐκ ἂν ἐνενόησε τὴν ἀνθρώπων ὑποκειμένην αὐτῷ γένεσιν, καὶ ταύτης εἶναι τοῦτον δημιουργὸν καὶ ποιητήν; ὁ γὰρ τὸ μὴ ὃ ἐκ γενέσεως ἔσχεν ὁ ἄνθρωπος ἀποδιδούς, δῆλος ἄν εἴη πάντως, ὅτι Κύριος οὗτός ἐστι καὶ τῆς γενέσεως τῶν ἀνθρώπων.