Ancient Greek
Chapter 19
Athanasius Alexandrinus, De incarnatione (Ms 47) 19.3
Not analysed yet
Οὐδὲ γὰρ τὴν κτίσιν αὐτὴν σιωπῆσαι πεποίηκεν, ἀλλὰ τό γε θαυμαστόν, καὶ ἐν τῷ θανάτῳ, μᾶλλον δὲ ἐν αὐτῷ τῷ κατὰ τοῦ θανάτου τροπαίῳ, λέγω δὴ τῷ σταυρῷ, πᾶσα ἡ κτίσις ὡμολόγει τὸν ἐν τῷ σώματι γνωριζόμενον καὶ πάσχοντα οὐχ ἁπλῶς εἶναι ἄνθρωπον, ἀλλὰ Θεοῦ Υἱὸν καὶ Σωτῆρα πάντων. ὅ τε γὰρ ἥλιος ἀπεστράφη, καὶ ἡ γῆ ἐσείετο, καὶ τὰ ὄρη ἐῤῥήγνυτο, πάντες κατέπτησσον. ταῦτα δὲ τὸν μὲν ἐν τῷ σταυρῷ Χριστὸν Θεὸν ἐδείκνυον, τὴν δὲ κτίσιν πᾶσαν τούτου δούλην εἶναι, καὶ μαρτυροῦσαν τῷ φόβῳ τὴν τοῦ δεσπότου παρουσίαν.