Ancient Greek
Chapter 2
Athanasius Alexandrinus, De incarnatione (Ms 47) 2.2
Not analysed yet
Εἰ γὰρ αὐτομάτως τὰ πάντα χωρὶς προνοίας κατ’ αὐτοὺς γέγονεν, ἔδει τὰ πάντα ἁπλῶς γεγενῆσθαι, καὶ ὅμοια εἶναι, καὶ μὴ διάφορα. Ὡς γὰρ ἐπὶ σώματος ἑνὸς ἔδει τὰ πάντα εἶναι ἥλιον ἢ σελήνην· καὶ ἐπὶ τῶν ἀνθρώπων ἔδει τὸ ὅλον εἶναι χεῖρα, ἢ ὀφθαλμὸν, ἢ πόδα. Νῦν δὲ οὐκ ἔστι μὲν οὕτως· ὁρῶμεν δὲ τὸ μὲν, ἥλιον· τὸ δὲ, σελήνην· τὸ δὲ, γῆν· καὶ πάλιν ἐπὶ τῶν ἀνθρωπίνων σωμάτων, τὸ μὲν, πόδα· τὸ δὲ, χεῖρα· τό δὲ κεφαλήν. ἡ δὲ τοιαύτη διάταξις, οὐκ αὐτομάτως αὐτὰ γεγενῆσθαι γνωρίζει, ἀλλ’ αἰτίαν τούτων προηγεῖσθαι δείκνυσιν· ἀφ’ ἧς καὶ τὸν διαταξάμενον καὶ πάντα ποιήσαντα Θεόν ἐστι νοεῖν.