Ancient Greek
20.3 to 20.5
Athanasius Alexandrinus, De incarnatione (Ms 47) 20.3-5
Not analysed yet
Καὶ μήτοι θαυμάσῃς εἰ πολλάκις τὰ αὐτὰ περὶ τῶν αὐτῶν λέγομεν. ἐπειδὴ γὰρ περὶ τῆς εὐδοκίας τοῦ Θεοῦ λαλοῦμεν, μὰ τοῦτο τὸν αὐτὸν εἰς δᾶ πλειόνων ἑρμηνεύομεν, μὴ ἅρα τι παραλιμπάνειν δόξωμεν, καὶ ἔγκλημα γένηται ὡς ἐνδεῶς εἰρηκόσι· καὶ γὰρ βέλτιον ταὐτολογίας μέμψιν ὑποστῆναι, ἡ παραλεῖψαί τι τῶν ὀφειλόντων γραφῆναι. Τὸ μὲν οὖν σῶμα, ὡς καὶ αὐτὸ κοινὴν ἔχον τοῖς πᾶσι τὴν οὐσίαν· σῶμα γὰρ ἦν ἀνθρώπινον· εἰ καὶ καινοτέρῳ θαύματι συνέστη ἐκ παρθένου μόνης, ὅμως θνητὸν ὃν κατὰ ἀκολουθίαν τῶν ὁμοίων καὶ ἀπέθνησκε· τῇ δὲ τοῦ Λόγου εἰς αὐτὸ ἐπιβάσει, οὐκέτι κατὰ τὴν δᾴαν φύσιν ἐφθείρετο· ἀλλὰ διὰ τὸν ἐνοικήσαντα τοῦ Θεοῦ Λόγον, ἐκτὸς ἐγίνετο φθορᾶς. Καὶ συνέβαινεν ἀμφότερα ἐν ταὐτῷ γενέσθαι παραδόξως· ὅτι τε ὁ πάντων θάνατος ἐν τῷ Κυριακῷ σώματι ἐπληροῦτο, καὶ ὁ θάνατος καὶ ἡ φθορὰ δία τὸν συνόντα Λόγον ἐξηφανίζετο. θανάτου γὰρ ἦν χρεία, καὶ θάνατον ὑπὲρ πάντων ἔδει γενέσθαι, [νᾷ τὸ παρὰ πάντων ὀφειλόμενον γένηται.