Ancient Greek
Chapter 23
Athanasius Alexandrinus, De incarnatione (Ms 47) 23.1
Not analysed yet
Εἰ δὲ καὶ χωρίς τινος νόσου καὶ χωρίς τινος ἀλγηδόνος, ἰδίᾳ που καὶ καθ’ ἑαυτὸν ἐν γωνίᾳ, ἢ ἐν ἐρήμῳ τόπῳ, ἢ κατ’ οἰκίαν, ἢ ὅπου δήποτε τὸ σῶμα κρύψας ἦν, καὶ μετὰ ταῦτα πάλιν ἐξαίφνης φανείς, ἔλεγεν ἑαυτὸν ἐκ νεκρῶν ἐγηγέρθαι· μύθους μὲν ἂν ἔδοξε λέγειν παρὰ πᾶσιν, ἠπιστήθη δὲ πολλῷ πλέον καὶ περὶ τῆς ἀναστάσεως λέγων, οὐκ ὄντος ὅλως τοῦ μαρτυροῦντος περὶ τοῦ θανάτου αὐτοῦ. τῆς δὲ ἀναστάσεως προηγεῖσθαι δεῖ θάνατον, ἐπεὶ οὐκ ἂν εἵη ἀνάστασις μὴ προηγουμένου θανάτου· ὅθεν εἰ κρύφα που ἐγεγόνει τοῦ σώματος ὁ θάνατος, οὐ φαινομένου τοῦ θανάτου, οὐδὲ ἐπὶ μαρτύρων γενομένου, ἀφανὴς ἦν καὶ ἀμάρτυρος καὶ ἡ τούτου ἀνάστασις.