Ancient Greek
Chapter 24
Athanasius Alexandrinus, De incarnatione (Ms 47) 24.3
Not analysed yet
Καὶ ὥσπερ γενναῖος παλαιστής, μέγας ὢν τῇ συνέσει καὶ τῇ ἀνδρία, οὐκ αὐτὸς ἑαυτῷ τοὺς ἀντιπάλους ἐκλέγεται, ἵνα μὴ ὑπόνοιαν τῆς πρός τινας δειλίας παράσχῃ· ἀλλὰ τῇ τῶν θεωρούντων δίδωσιν ἐξουσία, καὶ μάλιστα κἂν ἐχθροὶ τυγχάνωσιν, ἵνα πρὸς ὃν ἐὰν συμβάλλωσιν αὐτοὶ, τοῦτον αὐτὸς καταρράξας, κρείττων τῶν πάντων πιστευθῇ· οὕτως καὶ ἡ τῶν πάντων Ζωὴ ὁ Κύριος καὶ Σωτὴρ ἡμῶν ὁ Χριστὸς οὐχ ἑαυτῷ θάνατον ἐπενόει τῷ σώματι, ἵνα μὴ ὡς ἕτερον δειλιῶν φανῇ ἀλλὰ τὸν παρ’ ἑτέρων, καὶ μάλιστα τὸν παρὰ τῶν ἐχθρῶν ὃν ἐνόμιζον εἶναι δεινὸν ἐκεῖνοι καὶ ἄτιμον καὶ φευκτόν, τοῦτον αὐτὸς ἐν σταυρῷ δεχόμενος ἠνείχετο· ἵνα καὶ τούτου καταλυθέντος, αὐτὸς μὲν ὧν ἡ ζωὴ πιστευθῇ, τοῦ δὲ θανάτου τὸ κράτος τέλεον καταργηθῇ.