Ancient Greek
25.1 to 25.2
Athanasius Alexandrinus, De incarnatione (Ms 47) 25.1-2
Not analysed yet
Καὶ ταῦτα μὲν πρὸς τοὺς ἔξωθεν ἑαυτοῖς λογισμοὺς ἐπισωρεύοντας· ἂν δὲ καὶ τῶν ἐξ ἡμῶν τις μὴ ὡς φιλόνεικος, ἀλλ’ ὡς φιλομαθής ζητῇ· διὰ τί μὴ ἑτέρως, ἀλλὰ σταυρὸν ὑπέμεινεν; ἀκουέτω καὶ οὗτος ὅτι οὐκ ἄλλως ἢ οὕτως ἡμῖν συνέφερε· καὶ τοῦτο δι’ ἡμᾶς καλῶς ὑπέμεινεν ὁ Κύριος. Εἰ γὰρ τὴν καθ’ ἡμῶν γενομένην κατάραν ἦλθεν αὐτὸς βαστάσαι, πῶς ἂν ἄλλως ἐγένετο κατάρα, εἰ μὴ τὸν ἐπὶ κατάρᾳ γενόμενον θάνατον ἐδέξατο; ἔστι δὲ οὗτος, ὁ σταυρός. οὕτω γὰρ καὶ γέγραπται· ἐπικατάρατος ὁ κρεμάμενος ἐπὶ ξύλου.