Ancient Greek
Chapter 26
Athanasius Alexandrinus, De incarnatione (Ms 47) 26.1
Not analysed yet
Πρέπων οὖν ἄρα καὶ ἁρμόζων ὁ ἐν τῶ σταυρῷ γέγονε θάνατος ὑπὲρ ἡμῶν· καὶ ἡ αἰτία τούτου εὔλογος ἐφάνη κατὰ πάντα, καὶ δικαίους ἔχει τοὺς λογισμούς, ὅτι μὴ ἄλλως, ἀλλὰ διὰ τοῦ σταυροῦ ἔδει γενέσθαι τὴν σωτηρίαν πάντων. καὶ γὰρ οὐδ’ οὕτως ἀφανῇ ἑαυτὸν οὐδὲ ἐν τῷ σταυρῷ ἀφῆκεν· ἀλλὰ κατὰ περιττὸν τὴν μὲν κτίσιν ἐποίει̣ μαρτυρεῖν τὴν τοῦ ἑαυτῆς δημιουργοῦ παρουσίαν, τὸν δὲ ἑαυτοῦ ναὸν τὸ σῶμα οὐκ ἐπὶ πολὺ μένειν ἀνασχόμενος, ἀλλὰ μόνον δεῖξας νεκρὸν τῇ τοῦ θανάτου πρὸς αὐτὸ συμπλοκῇ, τριταῖον εὐθέως ἀνέστησε, τρόπαια καὶ νίκας κατὰ τοῦ θανάτου φέρων τὴν ἐν τῷ σώματι γενομένην ἀφθαρσίαν καὶ ἀπάθειαν.