Ancient Greek
Chapter 27
Athanasius Alexandrinus, De incarnatione (Ms 47) 27.3
Not analysed yet
Ἐκεῖνος δὲ ὁ πάλαι τῷ θανάτῳ πονηρῶς ἐναλλόμενος διάβολος. λυθεισῶν αὐτοῦ τῶν ὠδίνων, ἔμεινε μόνος ἀληθῶς νεκρός. καὶ τούτου τεκμήριον, ὅτι πρὶν πιστεύσωσιν οἱ ἄνθρωποι τῷ Χριστῷ, φοβερὸν τὸν θάνατον ὁρῶσι καὶ δειλιῶσιν αὐτόν· ἐπειδὰν δὲ εἰς τὴν ἐκείνου πίστιν καὶ διδασκαλίαν μετελθῶσι, τοσοῦτον καταφρονοῦσι τοῦ θανάτου, ὡς καὶ προθύμως ἐπ’ αὐτὸν ὁρμᾶν καὶ μάρτυρας γίνεσθαι τῆς κατ’ αὐτοῦ παρὰ τοῦ Σωτῆρος γενομένης ἀναστάσεως. καὶ γὰρ ἔτι νήπιοι ὄντες τὴν ἡλικίαν σπεύδουσιν ἀποθνήσκειν, καὶ μελετῶσι κατ’ αὐτοῦ ταῖς ἀσκήσεσιν οὐ μόνον ἄνδρες, ἀλλὰ καὶ γυναῖκες. οὕτως ἀσθενὴς γέγονεν, ὡς καὶ γυναῖκας τὰς ἀπατηθείσας τὸ πρὶν παρ’ αὐτοῦ, νῦν παίζειν αὐτὸν ὡς νεκρὸν καὶ παρειμένον.