Ancient Greek
29.5 to 29.6
Athanasius Alexandrinus, De incarnatione (Ms 47) 29.5-6
Not analysed yet
Καὶ γὰρ ὁ τὸν ὄφιν βλέπων καταπατούμενον, εἰδὼς αὐτοῦ μάλιστα τὴν προτέραν ἀγριότητα, οὐκ ἀμφιβάλλει λοιπὸν ὅτι νεκρός ἐστι καὶ τέλεον ἐξησθένησεν, ἐκτὸς εἰ μὴ τὴν διάνοιαν ἀπεστράφη, καὶ οὐδὲ τὰς τοῦ σώματος αἰσθήσεις ὑγιαινούσας ἔχει. τίς γὰρ καὶ λέοντα παιζόμενον ὑπὸ παιδίων ὁρῶν, ἀγνοεῖ τοῦτον ἢ νεκρὸν γενόμενον ἡ πᾶσαν ἀπολέσαντα τὴν ἑαυτοῦ δύναμιν; Ὥσπερ οὖν ταῦτα ἀληθῇ εἶναι τοῖς ὀφθαλμοῖς ἔξεστιν ὁρᾶν, οὕτως παιζομένου καὶ καταφρονουμένου τοῦ θανάτου ὑπὸ τῶν εἰς Χριστὸν πιστευόντων, μηκέτι μηδεὶς ἀμφιβαλλέτω, μηδὲ γινέσθω τις ἅπιστος, ὅτι ὑπὸ Χριστοῦ κατήργηται ὁ θάνατος, καὶ ἡ τούτου φθορὰ διαλέλυται καὶ πέπαυται.