Ancient Greek
Chapter 31
Athanasius Alexandrinus, De incarnatione (Ms 47) 31.2
Not analysed yet
Εἰ γὰρ ἀληθὲς τὸν νεκρὸν μηδὲν ἐνεργεῖν, ἐργάζεται δὲ τοσαῦτα καθ’ ἡμέραν ὁ Σωτήρ, ἕλκων εἰς εὐσέβειαν, πείθων εἰς ἀρετήν, διδάσκων περὶ ἀθανασίας, εἰς πόθον τῶν οὐρανίων ἀνάγων, ἀποκαλύπτων τὴν περὶ Πατρὸς γνῶσιν, τὴν κατὰ τοῦ θανάτου δύναμιν ἐμπνέων, ἑκάστῳ δεικνύων ἑαυἑαυτόν, καὶ τὴν εἰδώλων ἀθεότητα καθαιρῶν· τούτων δὲ οὐδὲν δύνανται οἱ παρὰ τοῖς ἀπίστοις θεοὶ καὶ δαίμονες· ἀλλὰ μᾶλλον τῇ Χριστοῦ παρουσίᾳ νεκροὶ γίνονται, ἀργὴν ἔχοντες καὶ κενὴν τὴν φαντασίαν· τῷ δὲ σημείῳ τοῦ σταυροῦ πᾶσα μὲν μαγεία παύεται, πᾶσα δὲ φαρμακεία καταργεῖται, καὶ πάντα μὲν τὰ εἴδωλα ἐρημοῦται καὶ καταλιμπάνεται, πᾶσα δὲ ἄλογος ἡδονὴ παύεται, καὶ πίστις ἀπὸ γῆς εἰς οὐρανὸν ἀναβλέπει· τίνα ἄν τις εἴποι νεκρόν :τὸν τοστοσαῦτα ἐργαζόμενον Χριστόν; ἀλλ’ οὐκ ἴδιον νεκροῦ τὸ ἐργάζεσθαι· ἢ τὸν μηδ’ ὅλως ἐνεργοῦντα, ἀλλ’ ὡς ἄψυχον κείμενον, ὅπερ ἴδιον τῶν δαιμόνων καὶ εἰδώλων ὡς νεκρῶν ὑπάρχει.