Ancient Greek
Chapter 31
Athanasius Alexandrinus, De incarnatione (Ms 47) 31.4
Not analysed yet
Ἔοικε δὲ ὁ περὶ τῆς ἀναστάσεως τοῦ Κυριακοῦ σώματος ἀπιστῶν ἀγνοεῖν δύναμιν Θεοῦ Λόγου καὶ Σοφίας. εἰ γὰρ ὅλως ἔλαβεν ἑαυτῷ σῶμα, καὶ τοῦτο ἰδιοποιήσατο κατὰ τὴν εὔλογον ἀκολουθίαν, ὡς ὁ λόγος ἔδειξε· τί ἔδει τὸν Κύριον ποιεῖν περὶ τούτου; ἢ ποῖον ἔδει τελος γενέσθαι τοῦ σώματος, ἅπαξ ἐπιβάντος αὐτῷ τοῦ Λόγου; μὴ ἀποθανεῖν μὲν γὰρ οὐκ ἠδύνατο, ἅτε δὴ θνητὸν ὄν, καὶ ὑπὲρ πάντων προσφερόμενον εἰς τὸν θάνατον· οὗ χάριν καὶ ὁ Σωτὴρ αὐτὸ κατεσκεύασεν ἑαυτῷ. μεῖναι δὲ νεκρὸν οὐχ οἷόν τε ἦν, διὰ τὸ Ζωὴς αὐτὸ ναὸν γεγενῆσθαι. ὅθεν ἀπέθανε μὲν ὡς θνητόν· ἀνέζησε δὲ διὰ τὴν ἐν αὐτῷ ζωήν, καὶ τῆς ἀναστάσεως ἐστι γνώρισμα τὰ ἔργα.