Ancient Greek
Chapter 33
Athanasius Alexandrinus, De incarnatione (Ms 47) 33.3
Not analysed yet
Ἰουδαῖοι μὲν ἀπιστοῦντες ἔχουσιν ἀφ’ ὧν ἀναγινώσκουσι καὶ αὐτοὶ γραφῶν τὸν ἔλεγχον· ἄνω καὶ κάτω, καὶ πάσης ἁπλῶς θεοπνεύστου βίβλου περὶ τούτων διδασκούσης, ὡς καὶ αὐτὰ τὰ ῥήματα πρόδηλα. προφῆται μὲν γὰρ ἄνωθεν περὶ τοῦ κατὰ τὴν Παρθένον θαύματος καὶ τῆς ἐξ αὐτῆς γενομένης γεννήσεως προεμήνυον, λέγοντες· Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον, μεθ’ ἡμῶν ὁ Θεός.