# De incarnatione (Ms 47) 35.1-6

Athanasius Alexandrinus, De incarnatione (Ms 47), 35.1 to 35.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/de-incarnatione-ms-47/35.1

Ἀλλ’ ἴσως περὶ μὲν τῆς τοῦ θανάτου προφητείας ἀκούσας, ζητεῖς καὶ τὰ περὶ τοῦ σταυροῦ σημαινόμενα μαθεῖν. οὐδὲ γὰρ οὐδὲ τοῦτο σεσιώπηται· δεδήλωται δὲ καὶ λίαν τηλαυγῶς ἀπὸ τῶν ἁγίων. Μωϋσῆς γὰρ πρῶτος μεγάλῃ τῇ φωνῇ προαπαγγέλλει λέγων· Ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν, καὶ οὐ μὴ πιστεύσητε. Καὶ οἱ μετ’ αὐτὸν δὲ προφῆται πάλιν περὶ τούτου μαρτυροῦσι λέγοντες· Ἐγὼ δὲ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι, οὐκ ἔγνων· ἐπ’ ἐμὲ ἐλογίσαντο πονηρὸν λέγοντες· δεῦτε, καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ, καὶ ἐκτρίψωμεν αὐτὸν ἀπὸ γῆς ζώντων Καὶ πάλιν, Ὠρυξαν χεῖράς μου καὶ πόδας μου ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου, διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον Θάνατος δὲ μετέωρος, καὶ ἐν ξύλῳ γινόμενος, οὐκ ἄλλος ἂν εἴη, εἰ μὴ ὁ σταυρός· καὶ ἐν οὐδενὶ δὲ πάλιν θανάτῳ διορύσσονται χεῖρες καὶ πόδες, εἰ μὴ ἐν μόνῳ τῷ σταυρῷ. Ἐπειδὴ δὲ τῇ τοῦ Σωτῆρος ἐπιδημίᾳ καὶ πάντα τὰ ἔθνη πανταχόθεν ἐπιγινώσκειν τὸν Θεὸν ἤρξαντο, οὐδὲ τοῦτο ἀπαρασήμαντον κατέλειψαν· ἀλλ’ ἔστι καὶ περὶ τούτων μνήμη ἐν τοῖς ἀγίοις γράμμασιν Ἔσται γάρ, φησιν, ἡ ῥίζα τοῦ Ἰεσσαί καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσι. ταῦτα μὲν ὀλίγα πρὸς ἀπόδειξιν τῶν γενομένων.

---

Athanasius of Alexandria, De incarnatione (Ms 47), ed. Archibald Robertson. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2035.tlg002.local008/.
