# De incarnatione (Ms 47) 35.7

Athanasius Alexandrinus, De incarnatione (Ms 47), Chapter 35. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/de-incarnatione-ms-47/35.7

Πᾶσα δὲ γραφὴ πεπλήρωται διελέγχουσα τὴν Ἰουδαίων ἀπιστίαν. τίς γὰρ πώποτε τῶν ἐν ταῖς θείαις γραφαῖς ἱστορηἱστορηθέντων δικαίων, καὶ ἀγίων προφητῶν, καὶ πατριαρχῶν, ἐκ παρθένου μόνης ἔσχε τὴν τοῦ σώματος γένεσιν; ἥ τίς γυνὴ χωρὶς ἀνδρὸς αὐτάρκης γέγονε πρὸς σύστασιν ἀνθρώπων; οὐκ Ἅβελ μὲν ἐξ Ἀδὰμ γονεν Ἑνὼχ δὲ ἐκ τοῦ Ἰάρεδ, Νῶε ἐκ Λάμεχ, καὶ Ἀβραὶμ μὲν ἐκ Θάφφα, Ἰσαὰκ δὲ ἐξ Ἀβραάμ, καὶ Ἰακὼβ ἐξ Ισαάκ; οὐχὶ Ιούδας ἐξ Ἰακώβ, καὶ Μωϋσῆς καὶ Ἀαρὼν ἐξ Ἀμεράμ οὐ Σαμοιὴλ τοῦ Ἐλκανᾶ γέγονεν, οὐ Δαβὶδ τοῦ Ἰεσσαί, οὐ Σολομὼν τοῦ Δαβίδ, οὐκ Ἐζεκίας τοῦ Ἄχαζ, οὐκ Ἰωσίας τοῦ Ἀμώς, οὐχ Ἡσαΐας τοῦ Ἀμώς, οὐχ Ἱερεμίας τοῦ Χελκίου, οὐκ Ἰεζεκιὴλ τοῦ Βουζί; οὐχ ἕκαστος ἔσχε τὸν πατέρα τῆς γενέσεως ἀρχηγόν; τίς οὖν ὁ ἐκ παρθένου μόνης γεγονώς; ὅτι καὶ λίαν ἐμέλησε τῷ προφήτῃ περὶ τῆς τούτου σημασίας.

---

Athanasius of Alexandria, De incarnatione (Ms 47), ed. Archibald Robertson. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2035.tlg002.local008/.
