# De incarnatione (Ms 47) 36.3

Athanasius Alexandrinus, De incarnatione (Ms 47), Chapter 36. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/de-incarnatione-ms-47/36.3

Ἕως γὰρ συνειστήκει Ἰερουσαλὴμ, πόλεμος ἦν ἄσπονδος αὐτοῖς, καὶ ἐμάχοντο πάντες πρὸς τὸν Ἰσραήλ, Ἀσσύριοι μὲν θλίβοντες, Αἰγύπτιοι δὲ διώκοντες, Βαβυλώνιοι δὲ ἐπιβαίνοντες· καὶ τό γε θαυμαστόν, ὅτι καὶ Σύρους τοὺς ἐκ γειτόνων ἀντιπολεμοῦντας εἶχον αὐτοῖς. ἢ οὐχὶ Δαβὶδ τοὺς ἐν Μωὰβ ἐπολέμει, καὶ τοὺς Σύρους ἐξέκοπτεν, Ἰωσίας τοὺς πλησίον ἐφυλάττετο, καὶ Ἑζεκίας ἐδειλία τὴν ἀλαζονείαν τοῦ Σεναχηρείμ, καὶ Μωϋσεῖ ὁ Ἀμαλὴκ ἐστρατεύετο, καὶ οἱ Ἀμορραῖοι ἠναντιοῦντο, Ἰησοῦ τῷ τοῦ Ναυὴ οἱ τὴν Ἱεριχὼ κατοικοῦντες ἀντιπαρετάσσοντο; καὶ ὅλως ἄσπονδα ἦν τοῖς ἔθνεσι πρὸς τὸν Ἱσραὴλ τὰ τῆς φιλίας; τίς οὖν ἐστὶν εἰς ὃν τὰ ἔθνη τὴν ἐλπίδα τίθεται, ἄξιον ἰδεῖν· εἶναι γὰρ δεῖ, ἐπεὶ καὶ τὸν προφήτην ἀδύνατον ψεύσασθαι.

---

Athanasius of Alexandria, De incarnatione (Ms 47), ed. Archibald Robertson. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2035.tlg002.local008/.
