Ancient Greek
Chapter 37
Athanasius Alexandrinus, De incarnatione (Ms 47) 37.1
Not analysed yet
Τίς δὲ τῶν ἐν τῇ γραφῇ μαρτυρουμένων διωρύχθη τὰς χεῖρας καὶ τοὺς πόδας, ἢ ὅλως ἐπὶ ξύλου κεκρέμασται καὶ σταυρῷ τετελείωται ὑπὲρ τῆς πάντων σωτηρίας; Ἀβραὰμ μὲν γὰρ ἐπὶ κλίνης ἐκλείπων ἀπέθανεν· Ἰσαὰκ δὲ καὶ Ἰακὼβ καὶ αὐτοὶ ἐξάραντες τοὺς πόδας ἐπὶ κλίνης ἀπέθανον. Μωυσῆς καὶ Ἀαρὼν ἐν τῷ ὄρει, Δαβὶδ ἐν τῷ οἴκῳ τετελεύτηκεν, οὐδεμίαν ἐπιβουλὴν ὑπὸ τῶν λαῶν παθών. εἰ δὲ καὶ ζητηθῇ ὑπὸ τοῦ Σαούλ, ἀλλὰ ἀβλαβὴς ἐσώζετο. Ἡσαΐας ἐπρίπθη μέν, ἀλλ’ οὐκ ἐπὶ ξύλου κεκρέμασται· Ἱερεμίας ὑβρίσθη ἀλλ’ οὐ κατακριθεὶς ἀπέθανεν· Ἰεζεκιὴλ ἔπασχεν, ἀλλ’ οὐχ ὑπὲρ τοῦ λαοῦ, ἀλλὰ τὰ ἐσόμενα κατὰ τοῦ λαοῦ σημαίνων.