Ancient Greek
37.6 to 37.7
Athanasius Alexandrinus, De incarnatione (Ms 47) 37.6-7
Not analysed yet
Οὐδὲ γὰρ ἄλλοτε ἡ τῶν Αἰγυπτίων ἀθεότης πέπαυται, εἰ μὴ ὅτε ὁ Κύριος τοῦ παντός, ὡς ἐπὶ νεφέλης ἐποχούμενος, τῷ σώματι κατῆλθεν ἐκεῖ, καὶ τὴν τῶν εἰδώλων κατήργησε πλάνην, πάντας δὲ εἰς ἑαυτὸν καὶ δι’ ἑαυτοῦ πρὸς τὸν Πατέρα μετήνεγκεν. Οὗτός ἐστιν ὁ σταυρωθεὶς ἐπὶ μάρτυρι τῷ ἡλίῳ καὶ τῇ κτίσει καὶ τοῖς αὐτῷ τὸν θάνατον προσαγαγοῦσι· καὶ τῷ τούτου θανάτῳ ἡ σωτηρία πᾶσι γέγονε, καὶ ἡ κτίσις πᾶσα λελύτρωται. οὗτός ἐστιν ἡ πάντων ζωή, καὶ ὁ ὡς πρόβατον ὑπὲρ τῆς πάντων σωτηρίας ἀντίψυχον τὸ ἑαυτοῦ σῶμα εἰς θάνατον παραδούς, κἂν Ἰουδαῖοι μὴ πιστεύωσιν.