Ancient Greek
Chapter 40
Athanasius Alexandrinus, De incarnatione (Ms 47) 40.4
Not analysed yet
Ὅθεν καὶ αὐτὸς ὁ Σωτὴρ ἐβόα λέγων Ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου προεφήτευσαν . εἰ μὲν οὖν ἐστὶ παρὰ Ἰουδαίοις νῦν βασιλεύς, ἢ προφήτης, ἢ ὅρασις, καλῶς ἀρνοῦνται τὸν ἐλθόντα Χριστόν. εἰ δὲ μήτε βασιλεύς, μήτε ὅρασις ἀλλ’ ἐσφράγισται λοιπὸν καὶ πᾶσα προφητεία, καὶ ἡ πόλις καὶ ὁ ναὸς ἑάλω· τί τοσοῦτον ἀσεβοῦσι, καὶ παραβαίνουσιν, ὡς τὰ μὲν γενόμενα ὁρᾶν, τὸν δὲ ταῦτα πεποιηκότα Χριστὸν ἀρνεῖσθαι; τί δὲ καὶ τοὺς ἀπὸ τῶν ἐθνῶν θεωροῦντες καταλιμπάνοντας τὰ εἴδωλα, καὶ ἐπὶ τὸν Θεὸν Ἰσραὴλ διὰ τοῦ Χριστοῦ ἔχοντας τὴν ἐλπίδα, ἀρνοῦνται τὸν ἐκ τῆς ῥίζης Ἰεσσαὶ κατὰ σάρκα γενόμενον Χριστὸν καὶ βασιλεύοντα λοιπόν; εἰ μὲν γὰρ ἄλλον ἐθρήσκευον τὰ ἔθνη θεὸν ἀλλὰ μὴ τὸν Θεὸν Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ Μωϋσέως ὡμολόγουν· καλῶς ἂν πάλιν προεφασίζοντο μὴ ἐληλυθέναι τὸν Θεόν.