Ancient Greek
41.1 to 41.6
Athanasius Alexandrinus, De incarnatione (Ms 47) 41.1-6
Not analysed yet
Ἕλληνας δὲ καὶ πάνυ τις θαυμάσειε γελῶντας μὲν τὰ ἀχλεύαστα, πεπηρωμένους δὲ ἐπὶ τῇ ἑαυτῶν αἰσχύνῃ, ἣν ἐν λίθοις καὶ ξύλοις ἀναθέντες οὐχ ὁρῶσι. Πλὴν οὐκ ἀποροῦντος ἐν ἀποδείξεσι τοῦ παρ’ ἡμῖν λόγου, φέρε καὶ τούτους ἐκ τῶν εὐλόγων δυσωπήσωμεν, μάλιστα ἀφ’ ὧν καὶ αὐτοὶ ἡμεῖς ὁρῶμεν. τί γὰρ ἄτοπον, ἢ τί χλεύης παρ’ ἡμῖν ἄξιον; ἢ πάντως ὅτι τὸν Λόγον ἐν σώματι πεφανερῶσθαι λέγομεν; ἀλλὰ τοῦτο καὶ αὐτοὶ συνομολογήσουσι μὴ ἀτόπως γεγενῆσθαι, ἐάνπερ τῆς ἀληθείας γένωνται φίλοι. Εἰ μὲν οὖν ὅλως ἀρνοῦνται Λόγον εἶναι Θεοῦ, περιττῶς ποιοῦσι, περὶ οὗ μὴ ἴσασι χλευάζοντες. Εἰ δὲ ὁμολογοῦσιν εἶναι Λόγον Θεοῦ, καὶ τοῦτον ἡγεμόνα τοῦ παντός, καὶ ἐν αὐτῷ τὸν Πατέρα δεδημιουργηκέναι τὴν κτίσιν, καὶ τῇ τούτου προνοία τὰ ὅλα φωτίζεσθαι καὶ ζωογονεῖσθαι καὶ εἶναι, καὶ ἐπὶ πάντων αὐτὸν βασιλεύειν, ὡς ἐκ τῶν ἔργων τῆς προνοίας γινώσκεσθαι αὐτὸν καὶ δι’ αὐτοῦ τὸν Πατέρα· σκόπει, παρακαλῶ, εἰ μὴ τὴν χλεύην καθ’ ἑαυτῶν κινοῦντες ἀγνοοῦσι. Τὸν κόσμον σῶμα μέγα φασὶν εἶναι οἱ τῶν Ἐλλήνων φιλόσοφοι, καὶ ἀληθεύουσι λέγοντες. Ὁρῶμεν γὰρ αὐτὸν καὶ τὰ τούτου μέρη ταῖς αἰσθήσεσιν ὑποπίπτοντα. εἰ τοίνυν ἐν τῷ κόσμῳ σώματι ὄντι ὁ τοῦ Θεοῦ Λόγος ἐστί, καὶ ἐν ὅλοις καὶ τοῖς κατὰ μέρος αὐτοῦ πᾶσιν ἐπιβέβηκε· τί θαυμαστὸν ἢ τί ἄτοπον, εἰ καὶ ἐν ἀνθρώπῳ φαμὲν αὐτὸν ἐπιβεβηκέναι; Εἰ γὰρ ἄτοπον ὅλως ἐν σώματι αὐτὸν γενέσθαι· ἄτοπον ἂν εἴη καὶ ἐν τῷ παντὶ τοῦτον ἐπιβεβηκέναι, καὶ τὰ πάντα τῇ προνοίᾳ ἑαυτοῦ φωτίζειν καὶ κινεῖν· σῶμα γάρ ἐστι καὶ τὸ ὅλον.