# De incarnatione (Ms 47) 42.2-5

Athanasius Alexandrinus, De incarnatione (Ms 47), 42.2 to 42.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/de-incarnatione-ms-47/42.2

Εἰ δὲ ὅτι γενητόν ἐστι, καὶ ἐξ οὐκ ὄντων γέγονε τὸ ἀνθρώπινον γένος διᾶ τοῦτο οὐκ εὐπρεπῆ νομίζουσιν ἡμᾶς λέγειν τὴν ἐν ἀνθρώπῳ τοῦ Σωτῆρος ἐπιφάνειαν· ὥρα καὶ τῆς κτίσεως αὐτοὺς αὐτὸν ἐκβάλλειν· καὶ γὰρ καὶ αὕτη ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι διὰ τοῦ Λόγου γέγονεν. Εἰ δὲ καὶ γενητῆς οὔσης τῆς κτίσεως, οὐκ ἄτοπον ἐν αὐτῇ τὸν Λόγον εἶναι, οὐκ ἄρα οὐδὲ ἐν ἀνθρώπῳ αὐτὸν εἶναι ἄτοπον. ὁποῖα γὰρ ἂν περὶ τοῦ ὅλου νοήσειαν, τοιαῦτα ἀνάγκη καὶ περὶ τοῦ μέρους αὐτοὺς ἐνθυμεῖσθαι. μέρος γὰρ, ὡς προεῖπον, τοῦ ὅλου καὶ ὁ ἄνθρωπός ἐστιν. Οὐκοῦν ὅλως οὐκ ἀπρεπὲς τὸ ἐν ἀνθρώπῳ εἶναι τὸν Λόγον, καὶ πάντα ὑπ’ αὐτοῦ καὶ ἐν αὐτῷ φωτίζεσθαι, καὶ κινεῖσθαι, καὶ ἦν, καθὼς καὶ οἱ παρ’ αὐτοῖς συγγραφεῖς φασιν· ὅτι ἐν αὐτῇ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμέν. Τί λοιπὸν χλεύης ἄξιον λέγομεν, εἰ ἐν ᾧ ἔστιν ὁ Λόγος, τούτῳ πρὸς φανέρωσιν ὡς ὀργάνῳ κέχρηται ὁ Λόγος; εἰ μὲν γὰρ οὐκ ἦν ἐν αὐτῷ, οὐδὲ χρήσασθαι ἂν ἠδυνήθη τούτῳ. εἰ δὲ προαποδεδώκαμεν ἐν τῷ παντὶ καὶ ἐν τοῖς κατὰ μέρος εἶναι τοῦτον, τί ἄπιστον εἰ ἐν οἷς ἔστιν ἐν τούτοις ἑαυτὸν καὶ ἐπιφαίνει;

---

Athanasius of Alexandria, De incarnatione (Ms 47), ed. Archibald Robertson. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2035.tlg002.local008/.
