Ancient Greek
45.1 to 45.2
Athanasius Alexandrinus, De incarnatione (Ms 47) 45.1-2
Not analysed yet
Οὐκοῦν ἀκολούθως ὁ τοῦ Θεοῦ Λόγος σῶμα ἀνέλαβε, καὶ ἀνθρωπίνῳ ὀργάνῳ κέχρηται, ἵνα καὶ ζωοποιήσῃ τὸ σῶμα, καὶ ἵν’, ὥσπερ ἐν τῇ κτίσει διὰ τῶν ἔργον γνωρίζεται, οὕτως καὶ ἐν ἀνθρώπῳ ἐργάσηται, καὶ δείξῃ ἑαυτὸν πανταχοῦ, μηδὲν ἔρημον τῆς ἑαυτοῦ θειότητος καὶ γνώσεως καταλιμπάνων. Πάλιν γὰρ τὸ αὐτό φημι τοῖς πρότερον ἐπαναλαβών· ὅτι τοῦτο πεποίηκεν ὁ Σωτήρ, ἵνα ὥσπερ τὰ πάντα πανταχόθεν πληροῖ παρών, οὕτως καὶ τὰ πάντα τῆς περὶ αὐτοῦ γνώσεως πληρώσῃ, ᾗ φησι καὶ ἡ θεία γραφή· Ἐπληρώθη ἡ σύμπασα τοῦ γνῶναι τὸν Κύριον.