Ancient Greek
46.1 to 46.3
Athanasius Alexandrinus, De incarnatione (Ms 47) 46.1-3
Not analysed yet
Πότε τὴν τῶν εἰδώλων θρησκείαν ἤρξαντο καταλιμπάνειν οἱ ἄνθρωποι, εἰ μὴ ἀφ’ οὗ γέγονεν ὁ ἀληθινὸς τοῦ Θεοῦ Λόγος ἐν ἀνθρώποις; πότε δὲ τὰ παρ’ Ἕλλησι καὶ πανταχοῦ μαντεῖα πέπαυται καὶ κεκένωται, εἰ μὴ ὅτε μέχρι γῆς πεφανέρωκεν ἑαυτὸν ὁ Σωτήρ; Πότε δὲ καταγινώσκεσθαι ἤρξαντο οἱ παρὰ ποιηταῖς λεγόμενοι θεοὶ καὶ ἥρωες, ὡς μόνον ὄντες ἄνθρωποι θνητοί, εἰ μὴ ἀφ’ οὖ ὁ Κύριος τὸ κατὰ τοῦ θανάτου τρόπαιον εἰργάσατο, καὶ ὅπερ ἔλαβε σῶμα τετήρηκεν ἄφθαρτον, ἀναστήσας αὐτὸ ἐκ τῶν νεκρῶν; Πότε δὲ ἡ δαιμόνων ἀπάτη καὶ μανία κατεφρονήθη, εἰ μὴ ὅτε ἡ τοῦ Θεοῦ Δίναμις ὁ Λόγος, ὁ πάντων καὶ τούτων δεσπότης, διὰ τὴν τῶν ἀνθρώπων ἀσθένειαν συγκαταβάς, ἐπὶ γῆς ἐφάνη; πότε δὲ τῆς μαγείας ἡ τέχνη καὶ τὰ διδασκαλεῖα ἤρξαντο καταπατεῖσθαι, εἰ μὴ ὅτε τὰ θεοφάνια τοῦ Λόγου γέγονεν ἐν ἀνθρώποις;