# De incarnatione (Ms 47) 46.5

Athanasius Alexandrinus, De incarnatione (Ms 47), Chapter 46. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/de-incarnatione-ms-47/46.5

Καὶ τό γε θαυμαστόν, διαφόρων ὄντων καὶ μυρίων σεβασμάτων, καὶ ἑκάστου τόπου τὸ ἴδιον ἔχοντος εἴδωλον, καὶ μὴ ἰσχυόντος τοῦ παρ’ αὐτοῖς λεγομένου θεοῦ τὸν πλησίον ὑπερβῆναι τόπον, ὥστε καὶ τοὺς ἐκ γειτόνων πεῖσαι σέβειν αὐτόν, ἀλλὰ μόλις καὶ ἐν τοῖς ἰδίοις θρησκευομένου· οὐδεὶς γὰρ ἄλλος τὸν τοῦ γείτονος ἐσέβετο θεόν ἀλλ’ ἕκαστος τὸ ἴδιον ἐφύλαττεν εἴδωλον, νομίζων τῶν πάντων αὐτὸ κύριον εἶναι· μόνος ὁ Χριστὸς παρὰ πᾶσιν εἷς καὶ πανταχοῦ ὁ αὐτὸς προσκυνεῖται· καὶ ὃ μὴ δεδύνηται τῶν εἰδώλων ἡ ἀσθένεια ποιῆσαι, ὥστε κἂν τοὺς πλησίον οἰκοῦντας πεῖσαι, τοῦτο ὁ Χριστὸς πεποίηκεν, οὐ μόνον τοὺς πλησίον ἀλλὰ καὶ πᾶσαν ἁπλῶς τὴν οἰκουμένην πείσας ἕνα καὶ τὸν αὐτὸν Κύριον σέβειν, καὶ δι’ αὐτοῦ τὸν Θεὸν τὸν αὐτοῦ Πατέρα.

---

Athanasius of Alexandria, De incarnatione (Ms 47), ed. Archibald Robertson. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2035.tlg002.local008/.
