Ancient Greek
47.1 to 47.4
Athanasius Alexandrinus, De incarnatione (Ms 47) 47.1-4
Not analysed yet
Καὶ πάλαι μὲν τὰ πανταχοῦ τῆς ἀπάτης τῶν μαντειῶν ἐπεπλήρωτο, καὶ τὰ ἐν Δελφοῖς καὶ Δωδώνῃ καὶ Βοιωτία καὶ Λυκίᾳ καὶ Λιβύῃ καὶ Αἰγύπτῳ καὶ Καβίροις μαντεύματα καὶ ἡ Πυθία ἐθαυμάζοντο τῇ φαντασία παρὰ τῶν ἀνθρώπων. νῦν δὲ ἀφ’ οὗ Χριστὸς καταγγέλλεται πανταχοῦ, πέπαυται καὶ τούτων ἡ μανία, καὶ οὐκ ἔστιν ἔτι λοιπὸν ἐν αὐτοῖς ὁ μαντευόμενος. Καὶ πάλαι μὲν δαίμονες ἐφαντασιοκόπουν τοὺς ἀνθρώπους, προκαταλαμβάνοντες πηγὰς ἢ ποταμοὺς ἢ ξύλα ἢ λίθους, καὶ οὕτως ταῖς μαγγανείαις ἐξέπληττον τοὺς ἄφρονας. νῦν δὲ τῆς θείας ἐπιφανείας τοῦ Λόγου γεγενημένης πέπαυται τούτων ἡ φαντασία. τῷ γὰρ σημείῳ τοῦ σταυροῦ καὶ μόνον ὁ ἄνθρωπος χρώμενος, ἀπελαύνει τούτων τὰς ἀπάτας. Καὶ πάλαι μὲν τοὺς παρὰ ποιηταῖς λεγομένους θεοὺς Δία καὶ Κρόνον καὶ Ἀπόλλωνα καὶ ἥρωας ἐνόμιζον οἱ ἄνθρωποι θεούς, καὶ τούτους ἐπλανῶντο σέβοντες. ἄρτι δὲ τοῦ Σωτῆρος ἐν ἀνθρώποις φανέντος, ἐκεῖνοι μὲν ἐγυμνώθησαν ὄντες ἄνθρωποι θνητοί, μόνος δὲ ὁ Χριστὸς ἐν ἀνθρώποις ἐγνωρίσθη Θεὸς ἀληθινὸς Θεοῦ Θεὸς Λόγος. Τί δὲ περὶ τῆς θαυμαζομένης παρ’ αὐτοῖς μαγείας ἄν τις εἴποι; ὅτι πρὶν μὲν ἐπιδημῆσαι τὸν Λόγον, ἴσχυε καὶ ἐνήργει παρ’ Αἰγυπτίοις καὶ Χαλδαίοις καὶ Ἰνδοῖς αὕτη καὶ ἐξέπληττε τοὺς ὁρῶντας· τῇ δὲ παρουσία τῆς ἀληθείας, καὶ τῇ ἐπιφανεία τοῦ Λόγου διηλέγχθη καὶ αὕτη, καὶ κατηργήθη παντελῶς.