# De incarnatione (Ms 47) 48.1-4

Athanasius Alexandrinus, De incarnatione (Ms 47), 48.1 to 48.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/de-incarnatione-ms-47/48.1

Ταῦτα δὲ τὰ λεγόμενα παρ’ ἡμῶν οὐκ ἄχρι λόγων ἐστίν, ἀλλὰ καὶ ἐξ αὐτῆς τῆς πείρας ἔχει τὴν τῆς ἀληθείας μαρτυρίαν. Παρίτω γὰρ ὁ βουλόμενος καὶ θεωρείτω τῆς μὲν ἀρετῆς τὸ γνώρισμα ἐν ταῖς Χριστοῦ παρθένοις καὶ ἐν τοῖς σωφροσύνην ἁγνεύουσι νεωτέροις, τῆς δὲ ἀθανασίας τὴν πίστιν ἐν τῷ τοσούτῳ τῶν μαρτύρων χορῷ. Ἡκέτω δὲ ὁ πεῖραν τῶν προλεχθέντων βουλόμενος λαβεῖν, καὶ ἐπ’ αὐτῆς τῆς φαντασίας τῶν δαιμόνων, καὶ τῆς τῶν μαντειῶν ἀπάτης, καὶ τῶν τῆς μαγείας θαυμάτων, χρησάσθω τῷ σημείῳ τοῦ γελωμένου παρ’ αὐτοῖς σταυροῦ, τὸν Χριστὸν ὀνομάσας μόνον, καὶ ὄψεται πῶς δι' αὐτοῦ δαίμονες μὲν φεύγουσι, μαντεῖα δὲ παύεται, μαγεία δὲ πᾶσα καὶ φαρμακεία κατήργηται. Τίς οὖν ἄρα καὶ πηλίκος ἐστὶν οὗτος ὁ Χριστός, ὁ τῇ ἑαυτοῦ ὀνομασίᾳ καὶ παρουσίᾳ τὰ πάντα πανταχόθεν ἐπισκιάσας καὶ καταργήσας, καὶ μόνος κατὰ πάντων ἰσχύων, καὶ πᾶσαν τὴν οἰκουμένην τῆς ἑαυτοῦ διδασκαλίας πληρώσας; λεγέτωσαν οἱ πάνυ γελῶντες καὶ οὐκ ἐρυθριῶντες Ἕλληνες.

---

Athanasius of Alexandria, De incarnatione (Ms 47), ed. Archibald Robertson. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2035.tlg002.local008/.
