Ancient Greek
48.6 to 48.7
Athanasius Alexandrinus, De incarnatione (Ms 47) 48.6-7
Not analysed yet
Εἰ δὲ κατὰ πάσης ἀπλῶς μαγείας καὶ αὐτοῦ τοῦ ὀνόματος αὐτῆς ἤρατο τὴν νίκην ὁ τούτου σταυρός· δῆλον ἂν εἴη μὴ εἶναι μάγον τὸν Σωτῆρα, ὃν καὶ οἱ παρὰ τῶν ἄλλων μάγων ἐπικαλούμενοι δαίμονες ὡς δεσπότην φεύγουσι. Τίς οὖν ἄρα ἐστὶ λεγέτωσαν οἱ μόνον ἐν τῷ χλευάζειν ἔχοντες τὴν σπουδὴν Ἕλληνες. ἴσως ἂν φήσαιεν δαίμονα καὶ αὐτὸν γεγενῆσθαι, καὶ οὕτως ἰσχύειν. τοῦτο δὲ καὶ πάνυ λέγοντες ὀφλήσουσι χλεύην, πάλιν ταῖς προτέραις ἀποδείξεσι δυσωπεῖσθαι δυνάμενοι. πῶς γὰρ οἷόν τέ ἐστι δαίμονα εἶναι τὸν τοὺς δαίμονας ἀπελαύνοντα;