Ancient Greek
51.3 to 51.6
Athanasius Alexandrinus, De incarnatione (Ms 47) 51.3-6
Not analysed yet
Ὅς οὐ μόνον ἐκήρυξε διὰ τῶν ἑαυυτοῦ μαθητῶν, ἀλλὰ γὰρ καὶ ἔπεισεν αὐτοὺς κατὰ διάνοιαν, τὴν μὲν τῶν τρόπων ἀγριότητα μεταθέσθαι, μηκέτι δὲ τοὺς πατρίους σέβειν θεούς, ἀλλ’ αὐτὸν ἐπιγινώσκειν, καὶ δι’ αὐτοῦ τὸν Πατέρα θρησκεύειν. Πάλαι μὲν γὰρ εἰδωλολατροῦντες, Ἕλληνες καὶ βάρβαροι κατ’ ἀλλήλων ἐπολέμουν, καὶ ὠμοὶ πρὸς τοὺς συγγενεῖς ἐτύγχανον. οὐκ ἦν γάρ τινα τὸ σύνολον οὔτε τὴν γῆν οὕτε τὴν θάλασσαν διαβῆναι χωρὶς τοῦ τὴν χεῖρα ξίφεσιν ὁπλίσαι, ἕνεκα τῆς πρὸς ἀλλήλους ἀκαταλάκτου μάχης. Καὶ γὰρ καὶ ἡ πᾶσα τοῦ ζῆν αὐτοῖς διαγωγὴ δι’ ὅπλων ἐγίνετο, καὶ ξίφος ἦν αὐτοῖς ἀντὶ βακτηρίας, καὶ παντὸς βοηθήματος ἔρεισμα· καίτοι, ὡς προεῖπον, εἰδώλοις ἐλάτρευον, καὶ δαίμοσιν ἔσπενδον θυσίας, καὶ ὅμως οὐδὲν ἐκ τῆς εἰδώλων δεισιδαιμονίας ἠδυνήθησαν οἱ τοιαῦτα φρονοῦντες μεταπαιδευθῆναι. Ὅτε δὲ εἰς τὴν τοῦ Χριστοῦ διδασκαλίαν μεταβεβήκασι, τότε δὴ παραδόξως τῷ ὄντι κατὰ διάνοιαν κατανυγέντες, τὴν μὲν ὠμότητα τῶν φόνων ἀπέθεντο, καὶ οὐκ ἔτι πολέμια φρονοῦσι, πάντα δὲ αὐτοῖς εἰρηναῖα, καὶ τὰ πρὸς φιλίαν καταθύμια λοιπόν ἐστι.