Ancient Greek
52.2 to 52.3
Athanasius Alexandrinus, De incarnatione (Ms 47) 52.2-3
Not analysed yet
Καὶ οὐκ ἄπιστόν γε τὸ τοιοῦτον, ὅπου καὶ νῦν οἱ τὸ ἄγριον τῶν τρόπων ἔμφυτον ἔχοντες βάρβαροι, ἔτι μὲν θύοντες παρ’ αὐτοῖς τοῖς εἰδώλοις, μαίνονται κατ’ ἀλλήλων, καὶ χωρὶς ξίφους οὐδεμίαν ὥραν ἀνέχονται μένειν Ὅτε δὲ τῆς Χριστοῦ διδασκαλίας ἀκούουσιν, εὐθέως ἀντὶ μὲν πολέμων, εἰς γεωργίαν τρέπονται· ἀντὶ δὲ τοῦ ξίφεσι τὰς χεῖρας ὁπλίζειν, εἰς εὐχὰς ἐκτείνουσι. καὶ ὅλως, ἀντὶ τοῦ πολεμεῖν πρὸς ἑαυτούς, λοιπὸν κατὰ διαβόλου καὶ κατὰ δαιμόνων ὁπλίζονται, σωφροσύνῃ καὶ ψυχῆς ἀρετῇ τούτους καταπολεμοῦντες.