Ancient Greek
55.2 to 55.3
Athanasius Alexandrinus, De incarnatione (Ms 47) 55.2-3
Not analysed yet
Καὶ συλλήβδην εἰπεῖν, θεώρει πῶς ἡ μὲν τοῦ Σωτῆρος διδασκαλία πανταχοῦ αὔξει· πᾶσα δὲ εἰδωλολατρία καὶ πάντα τὰ ἐναντιούμενα τῇ Χριστοῦ πίστει καθ’ ἡμέραν ἐλαττοῦται καὶ ἐξασθενεῖ καὶ πίπτει. οὕτω δὲ θεωρῶν προσκύνει μὲν τὸν ἐπὶ πάντων Σωτῆρα καὶ δυνατὸν Θεὸν Λόγον· καταγίνωσκε δὲ τῶν ἐλαττουμένων καὶ ἀφανιζομένων ὑπ’ αὐτοῦ. Ὡς γὰρ ἡλίου παρόντος οὐκ ἔτι τὸ σκότος ἰσχύει, ἀλλὰ καὶ εἴ πού ἐστι περιλειπόμενον ἀπελαύνεται· οὕτως ἐλθούσης τῆς θείας ἐπιφανείας τοῦ Θεοῦ Λόγου, οὐκ ἔτι μὲν ἰσχύει τὸ τῶν εἰδώλων σκότος, πάντα δὲ τὰ πανταχοῦ τῆς οἰκουμένης μέρη τῇ τούτου διδασκαλίᾳ καταλάμπεται.