# De incarnatione (Ms 47) 8.2

Athanasius Alexandrinus, De incarnatione (Ms 47), Chapter 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/de-incarnatione-ms-47/8.2

Καὶ ἰδὼν τὸ λογικὸν ἀπολλύμενον γένος, καὶ τὸν θάνατον κατ’ αὐτῶν βασιλεύοντα τῇ φθορᾳ· ὁρῶν δὲ καὶ τὴν ἀπειλὴν τῆς παραβάσεως διακρατοῦσαν τὴν καθ’ ἡμῶν φθοράν· καὶ ὅτι ἄτοπον ἦν πρὸ τοῦ πληρωθῆναι τὸν νόμον λυθῆναι· ὁρῶν δὲ καὶ τὸ ἀπρεπὲς ἐν τῷ συμβεβηκότι, ὅτι ὧν αὐτὸς ἦν δημιουργὸς, ταῦτα παρηφανίζετο· ὁρῶν δὲ καὶ τὴν τῶν ἀνθρώπων ὑπερβάλλουσαν κακίαν, ὅτι κατ’ ὀλίγον καὶ ἀφόρητον αὐτὴν ηὔξησαν καθ’ ἑαυτῶν· ὁρῶν δὲ καὶ τὸ ὑπεύθυνον πάντων τῶν ἀνθρώπων πρὸς τὸν θάνατον· ἐλεήσας τὸ γένος ἡμῶν, καὶ τὴν ἀσθένειαν ἡμῶν οἰκτειρήσας, καὶ τῇ φθορᾷ ἡμῶν συγκαταβάς, καὶ τὴν τοῦ θανάτου κράτησιν οὐκ ἐνεγκών, ἵνα μὴ τὸ γενόμενον ἀπόληται καὶ εἰς ἀργὸν τοῦ Πατρὸς τὸ εἰς ἀνθρώπους ἔργον αὐτοῦ γένηται, λαμβάνει ἑαυτῷ σῶμα, καὶ τοῦτο οὐκ ἀλλότριον τοῦ ἡμετέρου.

---

Athanasius of Alexandria, De incarnatione (Ms 47), ed. Archibald Robertson. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2035.tlg002.local008/.
