Ancient Greek
Page 83
Athanasius Alexandrinus, De non participando divinis mysteriis sine discrimine [Sp.] 83
Not analysed yet
ρίων τοῦ ἀχράντου σώματος καὶ τοῦ ζωοποιοῦ αἵματος Χριστοῦ τοῦ θεοῦ ἡμῶν μετέχουσιν, ἀκουσάτωσαν τί περὶ τούτου ἐν τῇ θείᾳ ἔγκειται γραφῇ, καὶ τὸ δοκοῦν αὐτοῖς εἶτα ποιησάτωσαν. ‘Καὶ εἶπε Μωϋσῆς τῷ λαῷ· Γίνεσθε ἕτοιμοι· τρεῖς ἡμέρας μὴ προσέλθητε γυναικί’· ταῦτα δὲ προσέταττεν ὁ προφήτης Μωϋσῆς κελεύσει θεοῦ. Εἰ δὲ ὑπὲρ τοῦ ἀκοῦσαι μόνον φωνῆς κυρίου τοσούτων ἡμερῶν ἁγνισμὸν προσέταττε, πόσῳ μᾶλλον νῦν πρέπον ἐστὶ φυλάττειν τινά, ὅτε αὐτοῦ τοῦ θεοῦ μέλλει τὸ ἄχραντον ὑποδέχεσθαι σῶμα; Καὶ πάλιν ὁμοίως ἐκ τοῦ αʹ. βιβλίου. ‘Καὶ ἀπεκρίθη ὁ ἱερεὺς τῷ Δαυῒδ καὶ εἶπεν· Οὐκ εἰσὶν ἄρτοι βέβηλοι ὑπὸ τὴν χεῖρα μου, ἀλλὰ ἅγιοι εἰσίν· εἰ πεφυλαγμένα τὰ παιδάριά εἰσιν ἀπὸ γυναικός, καὶ φάγονται. Καὶ ἀπεκρίθη Δαυῒδ τῷ ἱερεῖ καὶ εἶπεν αὐτῷ. Ἀπὸ γυναικὸς ἀπεσχόμεθα χθὲς καὶ τρίτην ἡμέραν· ἐν τῷ ἐξελθεῖν με εἰς ὁδὸν γέγονε πάντα τὰ παιδάρια ἡγνισμένα. Καὶ ἔδωκεν αὐτῷ Ἀβιμελὲχ τοὺς ἄρτους τῆς προθέσεως’. Καὶ εἰ ἐπὶ τῆς ‘σκιᾶς’, ἤγουν τῆς παλαιᾶς, τοιαύτη παραίτησις ὑπῆρ-