# De Sabbatis Et Circumcisione [Sp.] 74.1

Athanasius Alexandrinus, De Sabbatis Et Circumcisione [Sp.], 74.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/de-sabbatis-et-circumcisione-sp/74.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/athanasius-alexandrinus/de-sabbatis-et-circumcisione-sp/74.1

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΠΕΡΙ ΣΑΒΒΑΤΩΝ ΚΑΙ ΠΕΡΙΤΟΜΗΣ, ΕΚ ΤΗΣ ΕΞΟΔΟΥ. 1. Καὶ φυλάξουσιν οἱ υἱοὶ Ἰσραὴλ τὰ Σάββατα, A ποιεῖν αὐτὰ εἰς τὰς γενεὰς αὐτῶν. Διαθήκη αἰώνιος ἐν ἐμοὶ καὶ τοῖς υἱοῖς Ἰσραήλ, σημεῖόν ἐστιν ἐν ἐμοὶ αἰώνιον, ὅτι ἐξ ἡμέραις ἐποίησε Κύριος τὸν οὐράνον (90) καὶ τὴν γῆν, καὶ τῇ ἑβδόμῃ ἡμέρᾳ κατέπαυσεν. Σημεῖόν ἐστι τοῦ εἰδέναι τὴν τῆς κτίσεως ἡμέραν, καὶ τὸ ταύτης τέλος. Ἀκολουθῶν ἦν ἕως τὰ τῆς κτίσεως ἐνεργεῖτο, ἐπὶ τῆς Ἱερουσαλὴμ ἕως τότε φυλάττειν τὰ Σάββατα. Ἐλθοῦσης δὲ τῆς ἑτέρας γενεᾶς καὶ τοῦ κτισομένου λαοῦ, κατὰ τὸ λεγόμενον· « Γραφθήτω αὕτη εἰς γενεὰν ἑτέραν, καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον· » ἀνάγκη μηκέτι τὸν λαὸν τοῦτον τηρεῖν τὴν προτέρας κτίσεως τέλος, ἀλλὰ τὴν ἀρχὴν τῆς δευτέρας κτίσεως ζητεῖν. Τίς δὲ ἐστιν, ἡ καθ’ ἣν ἀνέστη ὁ Κύριος; « Ἐκτοτε γὰρ ἀρχὴν ἔσχεν ἡ καινὴ κτίσις, περὶ ἧς εἶπεν ὁ Παῦλος (91)· « Ὦστε εἰ τις ἐν Χριστῷ καινὴ κτίσις. » Τὴν μὲν οὖν προτέραν κτίσιν ποιῶν ὁ Θεὸς κατέπαυσεν διὰ τοῦτο καὶ τὸ Σάββατον ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἐτήρουν οἱ τῆς γενεᾶς (92) ἐκείνης· ἡ δὲ δευτέρα κτίσις τέλος οὐκ ἔχει· διὰ τοῦτο οὐδὲ κατέπαυσεν, ἀλλ’ ἕως ἄρτι ἐργάζεται. «Οὐδὲ οὖν σαββατίζομεν ἡμέραν ὡς ἐπὶ τῇ πρώτῃ, ἀλλὰ τὰ μέλλοντα ἐλπίζομεν Σάββατα σαββάτων, ὧ οὐ τέλος λαμβάνει ἡ καινὴ κτίσις, ἀλλὰ φανερῶται καὶ διόλου ἑορτάζει. Διὰ γὰρ τοῦτο ἐδόθη τὸ Σάββατον τῷ προτέρῳ λαῷ, ἵνα γινώσχῃ καὶ τὸ τέλος καὶ τὴν ἀρχὴν τῆς κτίσεως. Τῇ δὲ καινῇ κτίσει οὐκ ἐνετείλατο φυλάττειν Σάββατον· ἵνα τὴν μὲν ἀρχὴν ἐν τῇ Κυριακῇ γινώσκῃ (93), ἀτελεύτητον δὲ ἐπίσταται τὴν ταύτης χάριν.

---

Athanasius Alexandrinus, De Sabbatis Et Circumcisione [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000509.
