# De Sabbatis Et Circumcisione [Sp.] 75.1

Athanasius Alexandrinus, De Sabbatis Et Circumcisione [Sp.], 75.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/de-sabbatis-et-circumcisione-sp/75.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/athanasius-alexandrinus/de-sabbatis-et-circumcisione-sp/75.1

προσῆτι ἐλεγον · « Ἐν ταῖς ἐσχάταις ἡμέραις ἐκ-χέω ἀπὸ τοῦ Πνεύματός μου. » Τέλος δὲ ἔχουσῶν τῶν πρώτων ἡμερῶν, ἄλλαι γίνονται, ὡς ὁ Ἱερεμίας φησιν (94) · « Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος. » Τέλος δὲ ἔχουσης τῆς πρώτης, ἀκολούθως ἑτέρας ἀρχὴ γέγονε · διὰ τοῦτο μετὰ τὸ Σάββατον ἀνέστη ὁ Κύ-ριος · οὐ γὰρ προηγουμένως εἰνεκεν (95) τοῦ ἀργεῖν τοὺς ἀνθρώπους ἐδίδου τὸ Σάββατον ὁ Θεὸς ὁ λέγων · « Ὁδοὶ ἀργῶν ἐστρωμέναι ἀκάνθαις, » καὶ ὁ προσ-τάττων ἐν τοῖς Ἀριθμοῖς · « Καὶ τῇ ἡμέρᾳ τῶν Σαββά-των προσάξετε δύο ἀμνοὺς ἐνιαυσίους ἀμίμους, καὶ δύο δέκατα σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν καὶ σπονδήν, καὶ ὁλοκαύτωμα Σαββάτων ἐν τοῖς Σαββάτοις ἐπὶ τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός. » Καὶ πάλιν πρὸ ὀλίγων λέγει (96) ἐν τοῖς ἀνωτέρω · « Καὶ ἐπιθήσετε ἐπὶ τὸ θύμα λίβανον καθαρόν, καὶ ἅλας, καὶ ἔσονται εἰς ἄρτους εἰς ἀνάμνησιν, προσκεί-μενα τῷ Κυρίῳ. Τῇ ἡμέρᾳ τῶν Σαββάτων προτεθή-σεται (97) ἐναντὶ Κυρίου διαπαντὸς ἐνώπιον τῶν υἱῶν Ἰσραὴλ, διαθήκην αἰώνιον. » Εἰ γὰρ ἐκείνῳ αὐτῷ περὶ ἀργίας, οὐκ ἂν προτιθέναι, καὶ προσάγειν, καὶ σφάζειν, ἐκέλευε τοὺς Λευίτας. Εἰ γὰρ ἡ ἀργία ἀγιάζει, δηλοῦντί· ἡ ἐργασία μολύνει· ἀλλ' οἱ Λευῖται ἐργαζόμενοι οὐ μολύνονται (98)· οὐκ ἄρα ἡ ἀργία κα-θαρίζει. "Ἡ δ' ἀ τί μόνοι οἱ Λευῖται τοῦ ἀγιασμοῦ στε-ρίζονται, προσάγοντες, καὶ σφάζοντες, καὶ προτι-θέντες (99) ἐν τῷ Σαββάτῳ; Τοσοῦτόν γὰρ ἀπέχονται τοῦ πλημμελεῖν, ὅσω καὶ ἱλάσκονται, ὑπὲρ τῶν προσ-φερόντων.

---

Athanasius Alexandrinus, De Sabbatis Et Circumcisione [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000509.
