# De Sabbatis Et Circumcisione [Sp.] 76.1

Athanasius Alexandrinus, De Sabbatis Et Circumcisione [Sp.], 76.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/de-sabbatis-et-circumcisione-sp/76.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/athanasius-alexandrinus/de-sabbatis-et-circumcisione-sp/76.1

ἐπὶ καὶ τὸ Σάββατον ἐμπίπτει. Εἰ τοίνυν ἕνεκα τοῦ ἀργεῖν ἐδόθη τὸ Σάββατον, διὰ τί ἐργάζεσθαι προστάττονται σάλπιγγοντες; Ἄλλ’ ἡπίστατο, ὅτι σάλπιγὄντες ἑσαββατίζουσι, οὐκ ἀργοῦντες, ἀλλὰ γινώσκοντες τὴν βοηθοῦντα αὐτοὺς Κύριον· ὥσπερ καὶ ἐπὶ τοῦ περιτεμνομένου ὀκταημέρου· ἀνάγκην γὰρ (5) ἔχει καὶ τῷ Σαββάτῳ περιτέμνεσθαι, καὶ ὅμως σαββατίζει, ἐργαζόμενος μὲν, γινώσκων δὲ τὸν Θεόν. Ἄμέλει καὶ τὰς μὴ ἡμέρας τῶν Σαββάτων, ὅμως διὰ τὴν ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τὴν τῆς θεογνωσίας χάριν, Σάββατα ὀνομάζειν εἴωθεν ὁ νόμος, μᾶλλον δὲ ὁ Κύριος τοῦ νόμου (6), ὡς ἐν τῷ Λευιτικῷ· καὶ ἐλάλησε Κύριος πρὸς Μωϋσῆν λέγων· « Καὶ τῇ δεκάτῃ τοῦ μηνὸς τοῦ ἐκδότου τούτου ἡμέρα ἐξιλασμοῦ κλητῇ (7) ἁγία ἔσται ὑμῖν· καὶ ταπεινώσεσθε τὰς ψυχὰς ὑμῶν καὶ προσάξετε ὁλοκαυτώματα τῷ Κυρίῳ. Πᾶν B ἔργον οὐ ποιήσετε ἐν αὐτῇ τῇ ἡμέρᾳ ταύτῃ· » καὶ μετ’ ὀλίγα· « Καὶ ἔσται πᾶσα ψυχή, ἥτις ποιήσει ἔργον ἐν αὐτῇ τῇ ἡμέρᾳ ταύτῃ, ἀπολεῖται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς. Πᾶν ἔργον οὐ ποιήσετε, νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν. Σάββατα σαββάτων ἔσται ὑμῖν, καὶ ταπεινώσεσθε τὰς ψυχὰς ὑμῶν ἀπὸ ἐνάτης τοῦ μηνός, ἀπὸ ἐσπέρας ἕως ἐσπέρας, καὶ σαββατιεῖτε τὰ Σάββατα ὑμῶν. »

---

Athanasius Alexandrinus, De Sabbatis Et Circumcisione [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000509.
