# De Sabbatis Et Circumcisione [Sp.] 78.2

Athanasius Alexandrinus, De Sabbatis Et Circumcisione [Sp.], 78.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/de-sabbatis-et-circumcisione-sp/78.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/athanasius-alexandrinus/de-sabbatis-et-circumcisione-sp/78.2

6. Ἡγοῦμαι δὲ καὶ διὰ τοῦτο τὴν περιτομὴν δεδοθῆναι. Τοῦ γὰρ Ἀδὰμ ἀκούσαντος· « Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, » ἔθνιγκεν, καὶ διεφθάρη τὸ σῶμα· ὅθεν μέρος τι τοῦ σώματος, καὶ τοῦτο (20) τὸ αἴτιον τῆς τοῦ σώματος γενέσεως προσετέθησαν ἐκτιννύντες, προδιασώζοντες τὴν τοῦ ὅλου ἀπεκδύσιν, ἵν’, ὡσπερ ἀποδιδόντες τὸ καταχρωμέν, διασωθῆναι δυναθῶσι. Καὶ ὡσπερ αἰ θυσίαι σκιάς ἦσαν τῶν μελλόντων, οὕτως καὶ ἡ ἐκ μέρους περιτομὴ τοῦ ὅλου ἦν σκιά. Τοῦτο δὲ καὶ ἐν τῷ Ἰησοῦ τῷ τοῦ Ναυῆ (21) φανερῶς ὁ λόγος σημαίνει· τοῦ γὰρ Ἰησοῦ κατὰ πρόσταξιν τοῦ Θεοῦ περιτέμνοντος τὸν λαὸν ἐν Γαλγάλοις πέραν τοῦ Ἰορδάνου, εἶπε Κύριος τῷ Ἰησοῦ υἱῷ Ναυῆ· « Ἐν τῇ σήμερον (22) ἡμέρᾳ ἀφείλον τὸν ὀνειδισμὸν Αἰγύπτου ἀφ’ ὑμῶν. Καὶ ἐκάλεσα, φησίν, ὄνομα τοῦ τόπου ἐκεῖνον Γαλγάλα. » Εἰ γὰρ ἡ περιτομὴ ἀφαίρεσις ἐστὶ τῆς ἐν Αἰγύπτῳ γενέσεως, δηλοῦντι ἡ ἀχρωδυστία, Αἰγυπτιακὴς σχέσεως καὶ γενέσεως γράμμα ἐστι. Τοῦτο δὲ ἀφείλεν ὁ Θεός, ἵνα μηκέτι ὡς ἐν Αἰγύπτῳ γεννηθέντες ὦσιν, ἀλλὰ τῆς ἐπαγγελίας, εἰς ἣν εἰσῆλθεν αὐτοὺς ὁ Κύριος, τέκνα λογίζωνται. Τούτων δὲ οὕτως ὄντων, φαίνεται καθόλου ἡ περιτομὴ δοθεῖσα (23), ἵν’ ἀφαιρεθῇ ὁ ὀνειδισμὸς τῆς γῆνης γενέσεως ἀπὸ τῶν Ἀβρααμίων, καὶ μηκέτι ὑπεύθυνοι ὦμεν τῷ· « Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ. » Ἀρρηθὴ γὰρ ὁ ὀνειδισμὸς τοῦ παραπτώματος. Τοῦτο δὲ ἐγένετο τότε εἰς τύπον τοῦ διὰ Χριστοῦ βαπτίσματος. Τότε γὰρ ἐκ μέρους ἐγένετο (24), ὡς ἐν σκιά, νῦν δὲ, ὡσπερ εἶπεν ὁ Ἀπόστολος, ὅλην τὴν γῆνην γενέσιν ἀπεκδυσώμεθα, διὰ τοῦ λουτροῦ ἀναγεννώμενοι, ἵνα μηκέτι κατὰ τὴν πρώτην γένεσιν ἀποθνήσκωμεν, ἀλλὰ κατὰ τὴν περιτομὴν τῆς ἀπεκδύσεως τοῦ σώματος, ἣν διὰ τοῦ λουτροῦ ἀπεκδυσώμεθα, ζῶμεν. Ὡσπερ δὲ εἶπεν ὁ Κύριος τῷ Ἰησοῦ· « Ἀφείλον τὸν ὀνειδισμὸν Αἰγύπτου ἐν τῇ σήμερον ἡμέρᾳ ἀφ’ ὑμῶν· » οὕτως πολλῷ πλέον λεχθὲν ἀνέκαθεν τῶν νῦν (24*) βαπτιζομένων· « Ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀφείλον τὸν ὀνειδισμὸν τῆς γῆνης γενέσεως, καὶ τὸν ὀνειδισμὸν τῆς τοῦ θανάτου φθορᾶς ἀπὸ σου, ἐν τῇ σήμερον ἡμέρᾳ.

---

Athanasius Alexandrinus, De Sabbatis Et Circumcisione [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000509.
